Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.45.3 | Hdt. 9.46.3 (English) | >>Hdt. 9.48.2 |
9.46.2 “ἐπεὶ τοίνυν ἐς ἠῶ ἡ συμβολὴ γίνεται , ὑμέας μὲν χρεόν ἐστι τοὺς Ἀθηναίους στῆναι κατὰ τοὺς Πέρσας , ἡμέας δὲ κατὰ τοὺς Βοιωτούς τε καὶ τοὺς κατʼ ὑμέας τεταγμένους Ἑλλήνων , τῶνδε εἵνεκα · ὑμεῖς ἐπίστασθε τοὺς Μήδους καὶ τὴν μάχην αὐτῶν ἐν Μαραθῶνι μαχεσάμενοι , ἡμεῖς δὲ ἄπειροί τε εἰμὲν καὶ ἀδαέες τούτων τῶν ἀνδρῶν · Σπαρτιητέων γὰρ οὐδεὶς πεπείρηται Μήδων · ἡμεῖς δὲ Βοιωτῶν καὶ Θεσσαλῶν ἔμπειροι εἰμέν .
9.46.3 ἀλλʼ ἀναλαβόντας τὰ ὅπλα χρεόν ἐστι ἰέναι ὑμέας ἐς τόδε τὸ κέρας , ἡμέας δὲ ἐς τὸ εὐώνυμον .” πρὸς δὲ ταῦτα εἶπαν οἱ Ἀθηναῖοι τάδε · “καὶ αὐτοῖσι ἡμῖν πάλαι ἀπʼ ἀρχῆς , ἐπείτε εἴδομεν κατʼ ὑμέας τασσομένους τοὺς Πέρσας , ἐν νόῳ ἐγένετο εἰπεῖν ταῦτα τά περ ὑμεῖς φθάντες προφέρετε · ἀλλὰ ἀρρωδέομεν μὴ ὑμῖν οὐκ ἡδέες γένωνται οἱ λόγοι . ἐπεὶ δʼ ὦν αὐτοὶ ἐμνήσθητε , καὶ ἡδομένοισι ἡμῖν οἱ λόγοι γεγόνασι καὶ ἕτοιμοι εἰμὲν ποιέειν ταῦτα .”
ch. 47
9.47.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.45.3 | Hdt. 9.46.3 (English) | >>Hdt. 9.48.2 |